Ticket #2098: text-to-write-alkistis.txt

File text-to-write-alkistis.txt, 3.4 KB (added by kaoutsis, 16 years ago)
Line 
1Ἄλκηστις
2
3Ἄδμηθ', ὁρᾷς γὰρ τἀμὰ πράγμαθ' ὡς ἔχει,
4λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
5ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
6ψυχῆς καταστήσασα φῶς τόδ' εἰσορᾶν
7θνῄσκω, παρόν μοι μὴ θανεῖν ὑπὲρ σέθεν,
8ἀλλ' ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον
9καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
10κοὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσα σοῦ
11σὺν παισὶν ὀρφανοῖσιν, οὐδ' ἐφεισάμην
12ἥβης, ἔχους' ἐν οἷς ἐτερπόμην ἐγώ.
13καίτοι ς' ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,
14καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
15καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
16μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
17σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
18κἀγώ τ' ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
19κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
20καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
21θεῶν τις ἐξέπραξεν ὥσθ' οὕτως ἔχειν.
22εἶεν: σύ νύν μοι τῶνδ' ἀπόμνησαι χάριν:
23αἰτήσομαι γάρ ς' ἀξίαν μὲν οὔποτε
24ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον,
25δίκαια δ', ὡς φήσεις σύ: τούσδε γὰρ φιλεῖς
26οὐχ ἧσσον ἢ γὼ παῖδας, εἴπερ εὖ φρονεῖς:
27τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων
28καὶ μὴ πιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,
29ἥτις κακίων οὖς' ἐμοῦ γυνὴ φθόνῳ
30τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
31μὴ δῆτα δράσῃς ταῦτά γ', αἰτοῦμαί ς' ἐγώ.
32ἐχθρὰ γὰρ ἡ πιοῦσα μητρυιὰ τέκνοις
33τοῖς πρόσθ', ἐχίδνης οὐδὲν ἠπιωτέρα.
34καὶ παῖς μὲν ἄρσην πατέρ' ἔχει πύργον μέγαν
35[ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν]:
36σὺ δ', ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
37ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
38μή σοί τιν' αἰσχρὰν προσβαλοῦσα κληδόνα
39ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
40οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
41οὔτ' ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
42παροῦς', ἵν' οὐδὲν μητρὸς εὐμενέστερον.
43δεῖ γὰρ θανεῖν με: καὶ τόδ' οὐκ ἐς αὔριον
44οὐδ' ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,
45ἀλλ' αὐτίκ' ἐν τοῖς οὐκέτ' οὖσι λέξομαι.
46χαίροντες εὐφραίνοισθε: καὶ σοὶ μέν, πόσι,
47γυναῖκ' ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
48ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.